Add parallel Print Page Options

12 [a]κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν [b]πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν [c]ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς [d]πύλης παρὰ ποταμὸν οὗ [e]ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ [f]τοῦ Παύλου.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 κἀκεῖθεν WH Treg NIV ] ἐκεῖθέν τε RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 ταύτῃ WH Treg NIV ] αὐτῇ RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 πύλης WH Treg NIV ] πόλεως RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 ἐνομίζομεν προσευχὴν WH Treg NIV ] ἐνομίζετο προσευχὴ RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:14 τοῦ NIV RP ] – WH Treg